οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων. ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη, ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δʼ ἐγέλασσε χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα· νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες· ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες