<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="93">μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ</l><l n="94">οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.</l><l n="95">ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·</l><l n="96">ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν</l><l n="97">οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι</l><l n="98">πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν</l><l n="99">οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.</l></q><l n="100"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,</l><l n="101">ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δʼ ἐγέλασσε</l><l n="102">χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν</l><l n="103">ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·</l><q><l n="104">νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·</l><l n="105">ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες</l><l n="106">ἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζει</l><l n="107">οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι</l><l n="108">κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.</l><l n="109">τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.</l><l n="110">ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι·</l><l n="111">υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν</l><l n="112">Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.</l><milestone ed="p" n="113" unit="card"/></q><l n="113"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ</l><l n="398">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l></div></div></body></text></TEI>