Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας· ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης. τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη· μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής. ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης· ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων. ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη, ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δʼ ἐγέλασσε χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα· νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες· ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες ἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζει οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος. τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ. ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι· υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης. ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα· μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν. ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα. ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη, εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε, τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων, ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·