βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ ἔνθʼ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά, ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη· ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν. ἣ δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ