<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="729">θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης.</l><l n="730">ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ</l><l n="731">Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·</l><l n="732">αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·</l><q><l n="733">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="734">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="735">ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,</l><l n="736">ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι;</l><l n="737">οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,</l><l n="738">ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες·</l><l n="739">ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων</l><l n="740">πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·</l><l n="741">τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.</l></q><l n="742"><milestone ed="P" unit="para"/>ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι.</l><l n="743">ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο</l><l n="744">σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,</l><l n="745">τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·</l><l n="746">δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.</l></div><div type="textpart" subtype="Book" n="16"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·</l><l n="2">Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν</l><l n="3">δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,</l><l n="4">ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.</l></div></div></body></text></TEI>