θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης. ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ· αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε· ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω, ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι; οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα, ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες· ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης· τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο. ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι. ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος, τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ· δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα. ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο· Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος, ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.