<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="707">τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε</l><l n="708">δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε</l><l n="709">τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων,</l><l n="710">ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες</l><l n="711">ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο</l><l n="712">καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.</l><l n="713">πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα</l><l n="714">ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων</l><l n="715">ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.</l><l n="716">Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει</l><l n="717">ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·</l><q><l n="718">οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·</l><l n="719">νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε</l><l n="720">νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι</l><l n="721">ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,</l><l n="722">οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν</l><l n="723">αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν·</l><l n="724">ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς</l><l n="725">ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.</l></q><l n="726"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.</l><l n="727">Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·</l><l n="728">ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι</l></div></div></body></text></TEI>