τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα· Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν. τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε, δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν· ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.