<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="688">νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ</l><l n="689">μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·</l><l n="690">ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων</l><l n="691">ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων</l><l n="692">χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,</l><l n="693">ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο</l><l n="694">ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε</l><l n="695">χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ.</l><milestone ed="p" n="696" unit="card"/><l n="696"><milestone ed="P" unit="para"/>αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·</l><l n="697">φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν</l><l n="698">ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.</l><l n="699">τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ</l><l n="700">οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι,</l><l n="701">Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου</l><l n="702">νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς.</l><l n="703">οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·</l><l n="704">Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο</l><l n="705">καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν</l><l n="706">ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.</l><l n="707">τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε</l><l n="708">δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε</l><l n="709">τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων,</l><l n="710">ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες</l><l n="711">ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο</l><l n="712">καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.</l><l n="713">πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα</l><l n="714">ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων</l><l n="715">ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.</l><l n="716">Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει</l><l n="717">ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·</l><q><l n="718">οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·</l><l n="719">νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε</l><l n="720">νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι</l><l n="721">ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,</l><l n="722">οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν</l><l n="723">αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν·</l><l n="724">ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς</l><l n="725">ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.</l></q><l n="726"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.</l><l n="727">Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·</l><l n="728">ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι</l><l n="729">θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης.</l><l n="730">ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ</l><l n="731">Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·</l><l n="732">αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·</l><q><l n="733">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="734">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="735">ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,</l><l n="736">ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι;</l><l n="737">οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,</l><l n="738">ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες·</l><l n="739">ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων</l><l n="740">πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·</l><l n="741">τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.</l></q><l n="742"><milestone ed="P" unit="para"/>ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι.</l><l n="743">ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο</l><l n="744">σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,</l><l n="745">τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·</l><l n="746">δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.</l></div><div type="textpart" subtype="Book" n="16"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·</l><l n="2">Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν</l><l n="3">δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,</l><l n="4">ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.</l><l n="5">τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="6">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="7">τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη</l><l n="8">νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει</l><l n="9">εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει,</l><l n="10">δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται·</l><l n="11">τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.</l><l n="12">ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,</l><l n="13">ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;</l><l n="14">ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,</l><l n="15">ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;</l><l n="16">τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.</l><l n="17">ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται</l><l n="18">νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;</l><l n="19">ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.</l></q><l n="20"><milestone ed="P" unit="para"/>τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="21">ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν</l><l n="22">μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.</l><l n="23">οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,</l><l n="24">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.</l><l n="25">βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,</l><l n="26">οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,</l><l n="27">βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.</l><l n="28">τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται</l><l n="29">ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.</l><l n="30">μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις</l><l n="31">αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ</l><l n="32">αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;</l><l n="33">νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,</l><l n="34">οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα</l><l n="35">πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.</l><l n="36">εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις</l><l n="37">καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,</l><l n="38">ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον</l><l n="39">Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.</l><l n="40">δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,</l><l n="41">αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο</l><l n="42">Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="43">τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.</l><l n="44">ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ</l><l n="45">ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l><milestone ed="p" n="46" unit="card"/></q><l n="46"><milestone ed="P" unit="para"/>ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν</l><l n="47">οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.</l><l n="48">τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="49">ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·</l><l n="50">οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,</l><l n="51">οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·</l><l n="52">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,</l><l n="53">ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι</l><l n="54">καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·</l><l n="55">αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.</l><l n="56">κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,</l><l n="57">δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,</l><l n="58">τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων</l><l n="59">Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.</l><l n="60">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν</l><l n="61">ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε</l><l n="62">οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ</l><l n="63">νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.</l><l n="64">τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,</l><l n="65">ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,</l><l n="66">εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε</l><l n="67">νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης</l><l n="68">κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες</l></q></div></div></body></text></TEI>