<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="685">ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν</l><l n="686">φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν,</l><l n="687">αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε</l><l n="688">νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ</l><l n="689">μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·</l><l n="690">ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων</l><l n="691">ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων</l><l n="692">χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,</l><l n="693">ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο</l><l n="694">ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε</l><l n="695">χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ.</l><milestone ed="p" n="696" unit="card"/><l n="696"><milestone ed="P" unit="para"/>αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·</l><l n="697">φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν</l><l n="698">ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.</l><l n="699">τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ</l><l n="700">οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι,</l><l n="701">Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου</l><l n="702">νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς.</l><l n="703">οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·</l><l n="704">Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο</l><l n="705">καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν</l><l n="706">ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.</l></div></div></body></text></TEI>