<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="663">παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,</l><l n="664">ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·</l><l n="665">τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων</l><l n="666">ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.</l></q><l n="667"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="668">τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη</l><l n="669">θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν</l><l n="670">ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.</l><l n="671">Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,</l><l n="672">ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,</l><l n="673">ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.</l><l n="674"><milestone ed="P" unit="para"/>οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ</l><l n="675">ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·</l><l n="676">ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων,</l><l n="677">νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι</l><l n="678">κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.</l><l n="679">ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,</l><l n="680">ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,</l><l n="681">σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται</l><l n="682">λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο</l><l n="683">ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ</l><l n="684">θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·</l></div></div></body></text></TEI>