τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι. Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον· ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων, ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι· τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο. Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους, ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο, ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν. οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν· ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων, νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ. ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς, ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους, σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται· ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν, αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων· ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων, ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ. αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη· φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο. τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι, Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς. οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν· Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν. τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων, ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι. πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα. Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν· οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν· νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων, οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν· ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν. Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν· ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι