θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν· ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην, Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ. τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι, καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο· ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε. στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο, τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων· τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος. Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη, στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον. εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο. Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι. Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον· ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων, ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι· τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο. Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους, ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο, ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν. οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν· ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων, νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ. ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς, ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους, σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται· ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν, αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων· ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων, ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ. αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη· φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο. τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι, Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς. οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν· Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν. τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων, ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι. πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα. Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν· οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν· νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων, οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν· ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν. Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν· ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης. ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ· αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε· ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω, ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι; οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα, ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες· ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης· τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο. ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι. ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος, τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ· δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα. ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο· Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος, ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ. τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει, δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται· τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις. ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ, ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος; ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν, ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι; τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων. ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς; ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ· ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων, βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ. τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ. μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς; νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι. δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο. ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες· οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα, οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ· ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ· αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ. κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν, δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας, τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην. ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε. τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι, ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι, εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται. οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι· οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλʼ Ἕκτορος ἀνδροφόνοιο Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δʼ ἀλαλητῷ πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς. ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο νῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται. πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω, ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην ἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν. ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης, μὴ σύ γʼ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις· μὴ δʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν, μή τις ἀπʼ Οὐλύμποιο θεῶν αἰειγενετάων ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων· ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι θήῃς, τοὺς δʼ ἔτʼ ἐᾶν πεδίον κάτα δηριάασθαι. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι, μήτέ τις Ἀργείων, νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον, ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι· δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ κὰπ φάλαρʼ εὐποίηθʼ· ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνεν ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν. αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι, ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν. Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς