<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="628">δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται·</l><l n="629">ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="630">αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,</l><l n="631">αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται</l><l n="632">μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς</l><l n="633">θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·</l><l n="634">ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν</l><l n="635">αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας</l><l n="636">βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ</l><l n="637">θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ</l><l n="638">πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,</l><l n="639">Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος</l><l n="640">ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.</l><l n="641">τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων</l><l n="642">παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,</l><l n="643">καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·</l><l n="644">ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.</l><l n="645">στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,</l><l n="646">τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων·</l><l n="647">τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ</l><l n="648">σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.</l><l n="649">Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,</l><l n="650">στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων</l><l n="651">κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου</l><l n="652">χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.</l><milestone ed="p" n="653" unit="card"/><l n="653"><milestone ed="P" unit="para"/>εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι</l><l n="654">νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο.</l><l n="655">Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ</l><l n="656">τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν</l><l n="657">ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς</l><l n="658">καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.</l><l n="659">Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν</l><l n="660">λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·</l><q><l n="661">ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ</l><l n="662">ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος</l><l n="663">παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,</l><l n="664">ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·</l><l n="665">τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων</l><l n="666">ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.</l></q><l n="667"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="668">τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη</l><l n="669">θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν</l><l n="670">ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.</l><l n="671">Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,</l><l n="672">ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,</l><l n="673">ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.</l><l n="674"><milestone ed="P" unit="para"/>οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ</l><l n="675">ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·</l><l n="676">ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων,</l><l n="677">νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι</l><l n="678">κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.</l><l n="679">ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,</l><l n="680">ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,</l><l n="681">σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται</l><l n="682">λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο</l><l n="683">ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ</l><l n="684">θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·</l><l n="685">ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν</l><l n="686">φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν,</l><l n="687">αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε</l><l n="688">νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ</l><l n="689">μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·</l><l n="690">ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων</l><l n="691">ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων</l><l n="692">χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,</l><l n="693">ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο</l><l n="694">ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε</l><l n="695">χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ.</l><milestone ed="p" n="696" unit="card"/><l n="696"><milestone ed="P" unit="para"/>αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·</l><l n="697">φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν</l><l n="698">ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.</l><l n="699">τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ</l><l n="700">οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι,</l><l n="701">Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου</l><l n="702">νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς.</l><l n="703">οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·</l><l n="704">Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο</l><l n="705">καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν</l><l n="706">ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.</l><l n="707">τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε</l><l n="708">δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε</l><l n="709">τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων,</l><l n="710">ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες</l><l n="711">ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο</l><l n="712">καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.</l><l n="713">πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα</l><l n="714">ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων</l><l n="715">ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.</l><l n="716">Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει</l><l n="717">ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·</l><q><l n="718">οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·</l><l n="719">νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε</l><l n="720">νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι</l><l n="721">ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,</l><l n="722">οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν</l><l n="723">αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν·</l><l n="724">ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς</l><l n="725">ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.</l></q><l n="726"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.</l><l n="727">Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·</l><l n="728">ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι</l><l n="729">θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης.</l><l n="730">ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ</l><l n="731">Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·</l><l n="732">αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·</l><q><l n="733">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="734">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="735">ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,</l><l n="736">ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι;</l><l n="737">οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,</l><l n="738">ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες·</l><l n="739">ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων</l><l n="740">πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·</l><l n="741">τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.</l></q><l n="742"><milestone ed="P" unit="para"/>ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι.</l><l n="743">ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο</l><l n="744">σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,</l><l n="745">τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·</l><l n="746">δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.</l></div><div type="textpart" subtype="Book" n="16"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·</l><l n="2">Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν</l><l n="3">δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,</l><l n="4">ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.</l><l n="5">τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="6">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="7">τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη</l><l n="8">νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει</l><l n="9">εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει,</l><l n="10">δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται·</l><l n="11">τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.</l><l n="12">ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,</l><l n="13">ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;</l><l n="14">ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,</l><l n="15">ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;</l><l n="16">τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.</l><l n="17">ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται</l><l n="18">νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;</l><l n="19">ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.</l></q><l n="20"><milestone ed="P" unit="para"/>τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="21">ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν</l></q></div></div></body></text></TEI>