<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="619">ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,</l><l n="620">ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα</l><l n="621">κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·</l><l n="622">ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.</l><l n="623">αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ,</l><l n="624">ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι</l><l n="625">λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα</l><l n="626">ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη</l><l n="627">ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται</l><l n="628">δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται·</l><l n="629">ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="630">αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,</l><l n="631">αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται</l><l n="632">μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς</l><l n="633">θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·</l><l n="634">ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν</l><l n="635">αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας</l><l n="636">βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ</l><l n="637">θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ</l><l n="638">πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,</l><l n="639">Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος</l><l n="640">ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.</l></div></div></body></text></TEI>