<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="61">αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς</l><l n="62">αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,</l><l n="63">φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι</l><l n="64">Πηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρον</l><l n="65">Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ</l><l n="66">Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς</l><l n="67">τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.</l><l n="68">τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.</l><l n="69">ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν</l></q></div></div></body></text></TEI>