αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας, φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι Πηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρον Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον. τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς. ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν