<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="607">ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε</l><l n="608">λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ</l><l n="609">σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο</l><l n="610">Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ</l><l n="611">Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα</l><l n="612">τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν</l><l n="613">ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ</l><l n="614">Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.</l><l n="615">καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,</l><l n="616">ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα·</l><l n="617">ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·</l><l n="618">ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη</l><l n="619">ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,</l><l n="620">ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα</l><l n="621">κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·</l><l n="622">ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.</l><l n="623">αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ,</l><l n="624">ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι</l><l n="625">λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα</l><l n="626">ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη</l><l n="627">ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται</l><l n="628">δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται·</l><l n="629">ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="630">αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,</l><l n="631">αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται</l><l n="632">μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς</l><l n="633">θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·</l><l n="634">ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν</l><l n="635">αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας</l><l n="636">βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ</l><l n="637">θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ</l><l n="638">πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,</l><l n="639">Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος</l><l n="640">ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.</l><l n="641">τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων</l><l n="642">παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,</l><l n="643">καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·</l><l n="644">ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.</l><l n="645">στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,</l><l n="646">τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων·</l><l n="647">τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ</l><l n="648">σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.</l><l n="649">Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,</l><l n="650">στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων</l><l n="651">κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου</l><l n="652">χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.</l><milestone ed="p" n="653" unit="card"/><l n="653"><milestone ed="P" unit="para"/>εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι</l><l n="654">νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο.</l><l n="655">Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ</l><l n="656">τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν</l><l n="657">ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς</l><l n="658">καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.</l><l n="659">Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν</l><l n="660">λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·</l><q><l n="661">ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ</l><l n="662">ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος</l><l n="663">παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,</l><l n="664">ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·</l><l n="665">τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων</l><l n="666">ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.</l></q><l n="667"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="668">τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη</l><l n="669">θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν</l><l n="670">ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.</l><l n="671">Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,</l><l n="672">ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,</l><l n="673">ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.</l><l n="674"><milestone ed="P" unit="para"/>οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ</l><l n="675">ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·</l><l n="676">ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων,</l><l n="677">νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι</l><l n="678">κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.</l><l n="679">ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,</l><l n="680">ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,</l><l n="681">σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται</l><l n="682">λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο</l><l n="683">ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ</l><l n="684">θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·</l><l n="685">ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν</l><l n="686">φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν,</l><l n="687">αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε</l><l n="688">νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ</l><l n="689">μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·</l><l n="690">ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων</l><l n="691">ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων</l><l n="692">χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,</l><l n="693">ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο</l><l n="694">ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε</l><l n="695">χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ.</l><milestone ed="p" n="696" unit="card"/><l n="696"><milestone ed="P" unit="para"/>αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·</l><l n="697">φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν</l><l n="698">ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.</l><l n="699">τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ</l><l n="700">οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι,</l><l n="701">Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου</l><l n="702">νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς.</l><l n="703">οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·</l><l n="704">Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο</l><l n="705">καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν</l><l n="706">ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.</l><l n="707">τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε</l><l n="708">δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε</l><l n="709">τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων,</l><l n="710">ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες</l><l n="711">ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο</l><l n="712">καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.</l><l n="713">πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα</l><l n="714">ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων</l><l n="715">ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.</l><l n="716">Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει</l><l n="717">ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·</l><q><l n="718">οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·</l><l n="719">νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε</l><l n="720">νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι</l><l n="721">ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,</l><l n="722">οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν</l><l n="723">αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν·</l><l n="724">ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς</l><l n="725">ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.</l></q><l n="726"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.</l><l n="727">Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·</l><l n="728">ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι</l><l n="729">θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης.</l><l n="730">ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ</l><l n="731">Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·</l><l n="732">αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·</l><q><l n="733">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="734">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="735">ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,</l><l n="736">ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι;</l><l n="737">οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,</l><l n="738">ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες·</l><l n="739">ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων</l><l n="740">πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·</l><l n="741">τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.</l></q><l n="742"><milestone ed="P" unit="para"/>ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι.</l><l n="743">ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο</l><l n="744">σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,</l><l n="745">τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·</l><l n="746">δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.</l></div><div type="textpart" subtype="Book" n="16"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·</l><l n="2">Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν</l><l n="3">δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,</l><l n="4">ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.</l><l n="5">τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="6">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="7">τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη</l><l n="8">νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει</l><l n="9">εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει,</l><l n="10">δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται·</l><l n="11">τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.</l><l n="12">ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,</l><l n="13">ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;</l><l n="14">ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,</l><l n="15">ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;</l><l n="16">τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.</l><l n="17">ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται</l><l n="18">νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;</l><l n="19">ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.</l></q><l n="20"><milestone ed="P" unit="para"/>τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="21">ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν</l><l n="22">μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.</l><l n="23">οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,</l><l n="24">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.</l><l n="25">βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,</l><l n="26">οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,</l><l n="27">βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.</l><l n="28">τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται</l><l n="29">ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.</l><l n="30">μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις</l><l n="31">αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ</l><l n="32">αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;</l><l n="33">νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,</l><l n="34">οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα</l><l n="35">πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.</l><l n="36">εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις</l><l n="37">καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,</l><l n="38">ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον</l><l n="39">Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.</l><l n="40">δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,</l><l n="41">αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο</l><l n="42">Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="43">τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.</l><l n="44">ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ</l><l n="45">ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l><milestone ed="p" n="46" unit="card"/></q><l n="46"><milestone ed="P" unit="para"/>ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν</l><l n="47">οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.</l><l n="48">τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="49">ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·</l><l n="50">οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,</l><l n="51">οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·</l><l n="52">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,</l><l n="53">ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι</l><l n="54">καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·</l><l n="55">αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.</l><l n="56">κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,</l><l n="57">δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,</l><l n="58">τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων</l><l n="59">Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.</l><l n="60">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν</l><l n="61">ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε</l><l n="62">οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ</l><l n="63">νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.</l><l n="64">τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,</l><l n="65">ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,</l><l n="66">εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε</l><l n="67">νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης</l><l n="68">κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες</l><l n="69">Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε</l><l n="70">θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον</l><l n="71">ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους</l><l n="72">πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων</l><l n="73">ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.</l><milestone ed="p" n="74" unit="card"/><l n="74">οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι</l><l n="75">μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·</l><l n="76">οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος</l><l n="77">ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλʼ Ἕκτορος ἀνδροφόνοιο</l><l n="78">Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δʼ ἀλαλητῷ</l><l n="79">πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.</l><l n="80">ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων</l><l n="81">ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο</l><l n="82">νῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται.</l><l n="83">πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,</l><l n="84">ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι</l><l n="85">πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην</l><l n="86">ἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν.</l><l n="87">ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι</l><l n="88">δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,</l><l n="89">μὴ σύ γʼ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν</l><l n="90">Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·</l><l n="91">μὴ δʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι</l><l n="92">Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,</l><l n="93">μή τις ἀπʼ Οὐλύμποιο θεῶν αἰειγενετάων</l><l n="94">ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·</l><l n="95">ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι</l><l n="96">θήῃς, τοὺς δʼ ἔτʼ ἐᾶν πεδίον κάτα δηριάασθαι.</l><l n="97">αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον</l><l n="98">μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,</l><l n="99">μήτέ τις Ἀργείων, νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον,</l><l n="100">ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.</l></q><l n="101"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="102">Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·</l><l n="103">δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ</l><l n="104">βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ</l><l n="105">πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ</l><l n="106">κὰπ φάλαρʼ εὐποίηθʼ· ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνεν</l><l n="107">ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο</l><l n="108">ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.</l><l n="109">αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς</l><l n="110">πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν</l><l n="111">ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.</l><milestone ed="p" n="112" unit="card"/><l n="112"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι,</l><l n="113">ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.</l><l n="114"><milestone ed="P" unit="para"/>Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς</l><l n="115">πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,</l><l n="116">ἀντικρὺ δʼ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας</l><l n="117">πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ</l><l n="118">αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.</l><l n="119">γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε</l><l n="120">ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε</l><l n="121">Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·</l><l n="122">χάζετο δʼ ἐκ βελέων. τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρ</l><l n="123">νηῒ θοῇ· τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ.</l><l n="124">ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="125">μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·</l><q><l n="126">ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·</l><l n="127">λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·</l><l n="128">μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·</l><l n="129">δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.</l></q><l n="130"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.</l><l n="131">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="132">καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="133">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε</l><l n="134">ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.</l><l n="135">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον</l><l n="136">χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·</l><l n="137">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν</l><l n="138">ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.</l><l n="139">εἵλετο δʼ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.</l><l n="140">ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο</l><l n="141">βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν</l><l n="142">πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς</l><l n="143">Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων</l><l n="144">Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.</l><l n="145">ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,</l><l n="146">τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,</l><l n="147">πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.</l><l n="148">τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους</l><l n="149">Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,</l><l n="150">τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη</l><l n="151">βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.</l><l n="152">ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,</l><l n="153">τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς,</l><l n="154">ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι.</l><milestone ed="p" n="155" unit="card"/><l n="155"><milestone ed="P" unit="para"/>Μυρμιδόνας δʼ ἄρʼ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς</l><l n="156">πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς</l><l n="157">ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,</l><l n="158">οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες</l><l n="159">δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·</l><l n="160">καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου</l><l n="161">λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ</l><l n="162">ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς</l><l n="163">στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·</l><l n="164">τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="165">ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο</l><l n="166">ῥώοντʼ· ἐν δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατʼ Ἀχιλλεύς,</l><l n="167">ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.</l><l n="168"><milestone ed="P" unit="para"/>πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς</l><l n="169">ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ</l><l n="170">πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι·</l><l n="171">πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει</l><l n="172">σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.</l><l n="173">τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ</l><l n="174">υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·</l><l n="175">ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη</l><l n="176">Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,</l><l n="177">αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,</l><l n="178">ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.</l><l n="179">τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε</l><l n="180">παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη</l><l n="181">Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης</l><l n="182">ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν</l><l n="183">ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.</l><l n="184">αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ</l><l n="185">Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν</l><l n="186">Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.</l><l n="187">αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια</l><l n="188">ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,</l><l n="189">τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο</l><l n="190">ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα,</l><l n="191">τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν</l><l n="192">ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα.</l><l n="193">τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε</l><l n="194">Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν</l><l n="195">ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.</l><l n="196">τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,</l><l n="197">πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.</l><l n="198">αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς</l><l n="199">στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><milestone ed="p" n="200" unit="card"/><q><l n="200">Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,</l><l n="201">ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι</l><l n="202">πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος·</l><l n="203">σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ,</l><l n="204">νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·</l><l n="205">οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν</l><l n="206">αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.</l><l n="207">ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανται</l><l n="208">φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε.</l><l n="209">ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.</l></q><l n="210"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="211">μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.</l><l n="212">ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι</l><l n="213">δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,</l><l n="214">ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.</l><l n="215">ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·</l><l n="216">ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι</l><l n="217">νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.</l><l n="218">πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσοντο</l><l n="219">Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες</l><l n="220">πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="221">βῆ ῥʼ ἴμεν ἐς κλισίην, χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγε</l><l n="222">καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα</l><l n="223">θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων</l><l n="224">χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.</l><l n="225">ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος</l><l n="226">οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον,</l><l n="227">οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.</l><l n="228">τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ</l><l n="229">πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι,</l><l n="230">νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον.</l><l n="231">εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον</l><l n="232">οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον·</l><q><l n="233">Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων</l><l n="234">Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ</l><l n="235">σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,</l><l n="236">ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,</l><l n="237">τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν,</l><l n="238">ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·</l><l n="239">αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,</l><l n="240">ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι</l><l n="241">μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,</l><l n="242">θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ</l><l n="243">εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν</l><l n="244">ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι</l><l n="245">μαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.</l><l n="246">αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,</l><l n="247">ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο</l><l n="248">τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.</l></q><milestone ed="p" n="249" unit="card"/><l n="249"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς.</l><l n="250">τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε·</l><l n="251">νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε</l><l n="252">δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.</l><l n="253">ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ</l><l n="254">ἂψ κλισίην εἰσῆλθε, δέπας δʼ ἀπέθηκʼ ἐνὶ χηλῷ,</l><l n="255">στῆ δὲ πάροιθʼ ἐλθὼν κλισίης, ἔτι δʼ ἤθελε θυμῷ</l><l n="256">εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.</l><l n="257"><milestone ed="P" unit="para"/>οἳ δʼ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες</l><l n="258">ἔστιχον, ὄφρʼ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.</l><l n="259">αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο</l><l n="260">εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες</l><l n="261">αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχοντας</l><l n="262">νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.</l><l n="263">τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης</l><l n="264">κινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες</l><l n="265">πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.</l><l n="266">τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες</l><l n="267">ἐκ νηῶν ἐχέοντο· βοὴ δʼ ἄσβεστος ὀρώρει.</l><l n="268">Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="269">Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος</l><l n="270">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="271">ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστος</l><l n="272">Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,</l><l n="273">γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="274">ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.</l></q><l n="275"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,</l><l n="276">ἐν δʼ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες</l><l n="277">σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν.</l><l n="278"><milestone ed="P" unit="para"/>Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="279">αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,</l><l n="280">πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες</l><l n="281">ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα</l><l n="282">μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι·</l><l n="283">πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.</l><milestone ed="p" n="284" unit="card"/><l n="284"><milestone ed="P" unit="para"/>Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ</l><l n="285">ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,</l><l n="286">νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,</l><l n="287">καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς</l><l n="288">ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος·</l><l n="289">τὸν βάλε δεξιὸν ὦμον· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="290">κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν</l><l n="291">Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν</l><l n="292">ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.</l><l n="293">ἐκ νηῶν δʼ ἔλασεν, κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ.</l><l n="294">ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι· τοὶ δὲ φόβηθεν</l></div></div></body></text></TEI>