<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="597">Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ</l><l n="598">ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν</l><l n="599">πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς</l><l n="600">νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.</l><l n="601">ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν</l><l n="602">θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.</l><l n="603">τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν</l><l n="604">Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.</l><l n="605">μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ</l><l n="606">οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·</l><l n="607">ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε</l><l n="608">λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ</l><l n="609">σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο</l><l n="610">Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ</l><l n="611">Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα</l><l n="612">τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν</l><l n="613">ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ</l><l n="614">Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.</l><l n="615">καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,</l><l n="616">ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα·</l><l n="617">ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·</l><l n="618">ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη</l></div></div></body></text></TEI>