<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="583">τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον,</l><l n="584">ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.</l><l n="585">Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,</l><l n="586">ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,</l><l n="587">ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι</l><l n="588">φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·</l><l n="589">ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ</l><l n="590">ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·</l><l n="591">στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.</l><milestone ed="p" n="592" unit="card"/><l n="592"><milestone ed="P" unit="para"/>Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι</l><l n="593">νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς,</l><l n="594">ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν</l><l n="595">Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν.</l><l n="596">Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι</l><l n="597">Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ</l><l n="598">ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν</l><l n="599">πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς</l><l n="600">νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.</l><l n="601">ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν</l><l n="602">θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.</l><l n="603">τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν</l><l n="604">Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.</l><l n="605">μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ</l><l n="606">οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·</l><l n="607">ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε</l><l n="608">λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ</l><l n="609">σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο</l><l n="610">Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ</l><l n="611">Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα</l><l n="612">τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν</l><l n="613">ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ</l><l n="614">Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.</l><l n="615">καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,</l><l n="616">ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα·</l><l n="617">ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·</l><l n="618">ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη</l><l n="619">ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,</l><l n="620">ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα</l><l n="621">κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·</l><l n="622">ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.</l><l n="623">αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ,</l><l n="624">ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι</l><l n="625">λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα</l><l n="626">ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη</l><l n="627">ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται</l><l n="628">δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται·</l><l n="629">ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="630">αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,</l><l n="631">αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται</l><l n="632">μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς</l><l n="633">θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·</l><l n="634">ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν</l><l n="635">αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας</l><l n="636">βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ</l><l n="637">θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ</l><l n="638">πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,</l><l n="639">Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος</l><l n="640">ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.</l><l n="641">τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων</l><l n="642">παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,</l><l n="643">καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·</l><l n="644">ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.</l><l n="645">στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,</l><l n="646">τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων·</l><l n="647">τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ</l><l n="648">σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.</l><l n="649">Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,</l><l n="650">στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων</l><l n="651">κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου</l><l n="652">χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.</l><milestone ed="p" n="653" unit="card"/><l n="653"><milestone ed="P" unit="para"/>εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι</l><l n="654">νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο.</l><l n="655">Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ</l></div></div></body></text></TEI>