βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα· ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον, ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα. Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής, ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς, ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν· ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο· στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς, ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν. Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι. ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν. τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν. μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης· ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν. καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων, ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα· ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων· ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα, ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν· ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο. αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ, ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται· ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών, αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν· ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην, Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ. τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι, καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο· ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε. στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο, τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων· τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος. Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη, στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον. εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο. Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι. Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον· ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων, ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι· τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο. Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους, ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο, ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν. οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν· ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων, νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ. ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς, ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους, σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται· ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν, αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων· ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων, ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ. αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη· φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο. τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι, Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς. οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν· Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν. τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων, ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι. πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα. Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν· οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν· νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων, οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν· ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν. Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν· ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης. ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ· αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε· ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω, ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι; οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα, ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες· ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης· τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο. ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι. ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος, τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ· δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα. ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο· Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος, ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ. τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει, δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται· τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις. ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ, ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος; ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν, ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι; τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων. ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς; ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ· ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων, βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ. τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ. μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς; νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι. δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο. ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·