<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="561">ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ,</l><l n="562">ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.</l><l n="563">αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·</l><l n="564">φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.</l></q><l n="565"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,</l><l n="566">ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας</l><l n="567">ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.</l><l n="568">Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="569">Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,</l></q></div></div></body></text></TEI>