Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας. ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς· Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας· ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ, ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας. αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή. ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,