<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="555">οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν;</l><l n="556">ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι</l><l n="557">μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης</l><l n="558">Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.</l><milestone ed="p" n="559" unit="card"/></q><l n="559"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς·</l><l n="560">Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·</l><q><l n="561">ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ,</l><l n="562">ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.</l><l n="563">αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·</l><l n="564">φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.</l></q><l n="565"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,</l><l n="566">ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας</l><l n="567">ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.</l><l n="568">Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="569">Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,</l><l n="570">οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι·</l><l n="571">εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.</l></q><l n="572"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν·</l><l n="573">ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ</l><l n="574">ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο</l><l n="575">ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,</l><l n="576">ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον</l><l n="577">νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.</l><l n="578">δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="579">Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ</l><l n="580">βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα</l><l n="581">θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·</l><l n="582">ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης</l><l n="583">τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον,</l><l n="584">ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.</l><l n="585">Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,</l><l n="586">ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,</l><l n="587">ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι</l><l n="588">φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·</l><l n="589">ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ</l><l n="590">ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·</l><l n="591">στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.</l><milestone ed="p" n="592" unit="card"/><l n="592"><milestone ed="P" unit="para"/>Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι</l><l n="593">νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς,</l><l n="594">ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν</l><l n="595">Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν.</l><l n="596">Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι</l><l n="597">Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ</l><l n="598">ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν</l><l n="599">πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς</l><l n="600">νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.</l><l n="601">ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν</l><l n="602">θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.</l><l n="603">τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν</l><l n="604">Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.</l><l n="605">μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ</l><l n="606">οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·</l><l n="607">ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε</l><l n="608">λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ</l><l n="609">σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο</l><l n="610">Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ</l><l n="611">Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα</l><l n="612">τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν</l><l n="613">ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ</l><l n="614">Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.</l><l n="615">καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,</l><l n="616">ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα·</l><l n="617">ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·</l><l n="618">ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη</l><l n="619">ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,</l><l n="620">ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα</l><l n="621">κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·</l><l n="622">ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.</l><l n="623">αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ,</l></div></div></body></text></TEI>