<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="553">οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ</l><l n="554">ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;</l><l n="555">οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν;</l><l n="556">ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι</l><l n="557">μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης</l><l n="558">Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.</l><milestone ed="p" n="559" unit="card"/></q><l n="559"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς·</l><l n="560">Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·</l><q><l n="561">ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ,</l><l n="562">ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.</l><l n="563">αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·</l><l n="564">φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.</l></q><l n="565"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,</l><l n="566">ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας</l><l n="567">ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.</l><l n="568">Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="569">Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,</l><l n="570">οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι·</l><l n="571">εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.</l></q><l n="572"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν·</l><l n="573">ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ</l><l n="574">ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο</l></div></div></body></text></TEI>