οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο; οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν; ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας. ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς· Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας· ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ, ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας. αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή. ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον, ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν. Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος· Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν, οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι· εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα. ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν· ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο