ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι· τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο; οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν; ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης