<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="543">πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη.</l><l n="544">τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων</l><l n="545">συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε</l><l n="546">πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν</l><l n="547">ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς</l><l n="548">βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·</l><l n="549">αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,</l><l n="550">ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,</l><l n="551">ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·</l></div></div></body></text></TEI>