ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός. εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην, τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ, στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν· αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη. τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων· αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι· τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο; οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν; ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας. ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς· Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας· ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ, ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας. αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή. ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον, ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν. Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος· Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν, οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι· εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα. ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν· ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν, ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν. δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν. Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα· ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον, ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα. Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής, ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς, ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν· ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο· στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι