ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος. ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν· ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον. τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι, ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός. εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην, τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ, στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν· αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη. τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων· αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι· τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·