αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ. ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις, ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι, Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων, αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων