<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="510">ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.</l><l n="511">βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι</l><l n="512">ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι</l><l n="513">ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν.</l><milestone ed="p" n="514" unit="card"/></q><l n="514"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="515">ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν</l><l n="516">ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα</l><l n="517">ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·</l><l n="518">Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε</l><l n="519">Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.</l><l n="520">τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη</l><l n="521">Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων</l><l n="522">εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·</l><l n="523">αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.</l><l n="524">δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.</l><l n="525">τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς</l><l n="526">Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν</l><l n="527">Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,</l><l n="528">ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ</l><l n="529">ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,</l><l n="530">τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς</l><l n="531">ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.</l><l n="532">ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης</l><l n="533">ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·</l><l n="534">ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον.</l><l n="535">τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης</l><l n="536">κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι,</l><l n="537">ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε</l><l n="538">κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.</l><l n="539">εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην,</l><l n="540">τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,</l><l n="541">στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν·</l><l n="542">αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα</l><l n="543">πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη.</l><l n="544">τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων</l><l n="545">συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε</l><l n="546">πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν</l><l n="547">ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς</l><l n="548">βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·</l><l n="549">αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,</l><l n="550">ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,</l><l n="551">ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·</l><l n="552">τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="553">οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ</l><l n="554">ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;</l><l n="555">οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν;</l><l n="556">ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι</l><l n="557">μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης</l><l n="558">Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.</l><milestone ed="p" n="559" unit="card"/></q><l n="559"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς·</l><l n="560">Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·</l><q><l n="561">ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ,</l><l n="562">ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.</l><l n="563">αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·</l><l n="564">φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.</l></q><l n="565"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,</l><l n="566">ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας</l><l n="567">ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.</l><l n="568">Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="569">Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,</l><l n="570">οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι·</l><l n="571">εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.</l></q><l n="572"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν·</l><l n="573">ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ</l><l n="574">ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο</l><l n="575">ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,</l><l n="576">ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον</l><l n="577">νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.</l><l n="578">δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="579">Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ</l><l n="580">βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα</l><l n="581">θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·</l><l n="582">ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης</l></div></div></body></text></TEI>