<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="5">Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,</l><l n="6">στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς</l><l n="7">τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν</l><l n="8">Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·</l><l n="9">Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι</l><l n="10">εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων</l><l n="11">αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν.</l><l n="12">τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="13">δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·</l><q><l n="14">ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη</l><l n="15">Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.</l><l n="16">οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς</l><l n="17">πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.</l><l n="18">ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν</l><l n="19">ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα</l><l n="20">χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν</l><l n="21">ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,</l><l n="22">λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι</l><l n="23">ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται</l><l n="24">γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει</l><l n="25">ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,</l><l n="26">τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας</l></q></div></div></body></text></TEI>