<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="489">ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.</l><l n="490">ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,</l><l n="491">ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,</l><l n="492">ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,</l><l n="493">ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.</l><l n="494">ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων</l><l n="495">βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ</l><l n="496">τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης</l><l n="497">τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,</l></q></div></div></body></text></TEI>