<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="487">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς</l><l n="488">νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν</l><l n="489">ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.</l><l n="490">ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,</l><l n="491">ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,</l><l n="492">ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,</l><l n="493">ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.</l><l n="494">ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων</l><l n="495">βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ</l><l n="496">τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης</l><l n="497">τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,</l><l n="498">καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ</l><l n="499">οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.</l></q><l n="500"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="501">Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·</l><q><l n="502">αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι</l><l n="503">ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.</l><l n="504">ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ</l><l n="505">ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;</l><l n="506">ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα</l><l n="507">Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;</l><l n="508">οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.</l></q></div></div></body></text></TEI>