ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα. ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή, ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ, ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν, ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει. ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω, καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν· αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν. ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος; ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει; οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.