<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="486">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="487">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς</l><l n="488">νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν</l><l n="489">ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.</l><l n="490">ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,</l><l n="491">ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,</l><l n="492">ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,</l><l n="493">ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.</l><l n="494">ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων</l><l n="495">βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ</l><l n="496">τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης</l><l n="497">τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,</l><l n="498">καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ</l><l n="499">οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.</l></q><l n="500"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="501">Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·</l><q><l n="502">αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι</l><l n="503">ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.</l><l n="504">ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ</l><l n="505">ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;</l><l n="506">ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα</l><l n="507">Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;</l><l n="508">οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.</l><l n="509">ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων</l><l n="510">ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.</l><l n="511">βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι</l><l n="512">ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι</l><l n="513">ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν.</l><milestone ed="p" n="514" unit="card"/></q><l n="514"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="515">ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν</l><l n="516">ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα</l><l n="517">ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·</l><l n="518">Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε</l><l n="519">Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.</l><l n="520">τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη</l><l n="521">Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων</l><l n="522">εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·</l><l n="523">αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.</l><l n="524">δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.</l><l n="525">τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς</l><l n="526">Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν</l><l n="527">Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,</l><l n="528">ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ</l><l n="529">ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,</l><l n="530">τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς</l><l n="531">ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.</l><l n="532">ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης</l><l n="533">ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·</l><l n="534">ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον.</l><l n="535">τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης</l><l n="536">κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι,</l><l n="537">ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε</l><l n="538">κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.</l><l n="539">εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην,</l><l n="540">τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,</l><l n="541">στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν·</l><l n="542">αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα</l><l n="543">πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη.</l><l n="544">τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων</l><l n="545">συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε</l><l n="546">πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν</l><l n="547">ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς</l><l n="548">βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·</l><l n="549">αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,</l><l n="550">ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,</l><l n="551">ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·</l><l n="552">τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="553">οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ</l><l n="554">ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;</l></q></div></div></body></text></TEI>