Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα. ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή, ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ, ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν, ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει. ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω, καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν· αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν. ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος; ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει; οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι. ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε. βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν· Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν. τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι· αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί. δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα. τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς, ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ, τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος. ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν· ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον. τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι, ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός. εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην, τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ, στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν· αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη. τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων· αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι· τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;