πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς. τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας· ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας· αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς. μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.