<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="465">ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.</l><l n="466">Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·</l><q><l n="467">ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει</l><l n="468">δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,</l><l n="469">νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα</l><l n="470">πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.</l></q><l n="471"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·</l><q><l n="472">ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς</l><l n="473">κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·</l><l n="474">αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ</l><l n="475">μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.</l><l n="476">μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν</l><l n="477">νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.</l><milestone ed="p" n="478" unit="card"/></q><l n="478"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,</l><l n="479">αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,</l><l n="480">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν</l><l n="481">ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·</l><l n="482">εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="483">βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη.</l><l n="484"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,</l><l n="485">Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="486">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l></q></div></div></body></text></TEI>