Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα, ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός. Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα· ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός, νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα