Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων. τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε, πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη. Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν, εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν. ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν