<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="443">τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην</l><l n="444">ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.</l><l n="445">καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν</l><l n="446">Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο</l><l n="447">ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους·</l><l n="448">τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες</l><l n="449">Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ</l><l n="450">ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.</l><l n="451">αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·</l><l n="452">ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι</l><l n="453">κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα</l><l n="454">Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.</l><l n="455">τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,</l><l n="456">πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα</l><l n="457">ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.</l><l n="458"><milestone ed="P" unit="para"/>Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ</l><l n="459">αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,</l><l n="460">εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.</l><l n="461">ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν</l><l n="462">Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,</l><l n="463">ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ</l><l n="464">ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ</l></div></div></body></text></TEI>