<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="438">Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα</l><l n="439">ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·</l><l n="440">τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ</l><l n="441">ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;</l><milestone ed="p" n="442" unit="card"/></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,</l><l n="443">τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην</l><l n="444">ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.</l><l n="445">καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν</l><l n="446">Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο</l><l n="447">ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους·</l><l n="448">τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες</l><l n="449">Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ</l><l n="450">ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.</l><l n="451">αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·</l><l n="452">ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι</l><l n="453">κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα</l><l n="454">Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.</l><l n="455">τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,</l><l n="456">πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα</l><l n="457">ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.</l><l n="458"><milestone ed="P" unit="para"/>Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ</l><l n="459">αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,</l><l n="460">εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.</l><l n="461">ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν</l><l n="462">Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,</l><l n="463">ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ</l><l n="464">ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ</l><l n="465">ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.</l><l n="466">Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·</l><q><l n="467">ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει</l><l n="468">δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,</l><l n="469">νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα</l><l n="470">πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.</l></q><l n="471"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·</l><q><l n="472">ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς</l><l n="473">κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·</l><l n="474">αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ</l><l n="475">μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.</l><l n="476">μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν</l><l n="477">νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.</l><milestone ed="p" n="478" unit="card"/></q><l n="478"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,</l><l n="479">αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,</l><l n="480">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν</l><l n="481">ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·</l><l n="482">εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="483">βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη.</l><l n="484"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,</l><l n="485">Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="486">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="487">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς</l><l n="488">νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν</l><l n="489">ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.</l><l n="490">ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,</l><l n="491">ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,</l><l n="492">ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,</l><l n="493">ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.</l><l n="494">ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων</l><l n="495">βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ</l><l n="496">τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης</l><l n="497">τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,</l><l n="498">καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ</l><l n="499">οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.</l></q><l n="500"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="501">Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·</l><q><l n="502">αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι</l><l n="503">ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.</l><l n="504">ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ</l><l n="505">ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;</l><l n="506">ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα</l><l n="507">Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;</l><l n="508">οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.</l><l n="509">ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων</l><l n="510">ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.</l><l n="511">βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι</l><l n="512">ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι</l><l n="513">ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν.</l><milestone ed="p" n="514" unit="card"/></q><l n="514"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="515">ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν</l><l n="516">ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα</l><l n="517">ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·</l><l n="518">Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε</l><l n="519">Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.</l><l n="520">τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη</l><l n="521">Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων</l><l n="522">εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·</l><l n="523">αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.</l><l n="524">δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.</l><l n="525">τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς</l><l n="526">Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν</l><l n="527">Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,</l><l n="528">ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ</l><l n="529">ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,</l><l n="530">τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς</l><l n="531">ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.</l><l n="532">ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης</l><l n="533">ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·</l><l n="534">ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον.</l><l n="535">τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης</l><l n="536">κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι,</l><l n="537">ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε</l></div></div></body></text></TEI>