νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα. Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα· Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι· τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων; ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη, τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην