<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="421">δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.</l><l n="422">Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν</l><l n="423">ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,</l><l n="424">Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="425">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="426">μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,</l><l n="427">ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ</l><l n="428">τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.</l></q><l n="429"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="430">τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν</l><l n="431">Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ</l><l n="432">ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,</l><l n="433">τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ</l><l n="434">ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="435">νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.</l><l n="436">Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·</l><q><l n="437">Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος</l><l n="438">Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα</l><l n="439">ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·</l><l n="440">τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ</l><l n="441">ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;</l><milestone ed="p" n="442" unit="card"/></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,</l></div></div></body></text></TEI>