<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="415">Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.</l><l n="416">τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο</l><l n="417">οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα</l><l n="418">οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.</l><l n="419">ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας</l><l n="420">πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.</l><l n="421">δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.</l><l n="422">Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν</l><l n="423">ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,</l><l n="424">Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="425">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="426">μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,</l><l n="427">ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ</l><l n="428">τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.</l></q><l n="429"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="430">τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν</l><l n="431">Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ</l><l n="432">ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,</l><l n="433">τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ</l><l n="434">ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="435">νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.</l><l n="436">Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·</l><q><l n="437">Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος</l><l n="438">Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα</l><l n="439">ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·</l><l n="440">τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ</l><l n="441">ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;</l><milestone ed="p" n="442" unit="card"/></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,</l><l n="443">τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην</l><l n="444">ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.</l><l n="445">καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν</l><l n="446">Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο</l><l n="447">ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους·</l><l n="448">τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες</l><l n="449">Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ</l><l n="450">ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.</l><l n="451">αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·</l><l n="452">ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι</l><l n="453">κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα</l><l n="454">Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.</l><l n="455">τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,</l><l n="456">πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα</l><l n="457">ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.</l><l n="458"><milestone ed="P" unit="para"/>Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ</l><l n="459">αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,</l><l n="460">εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.</l><l n="461">ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν</l><l n="462">Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,</l><l n="463">ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ</l><l n="464">ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ</l><l n="465">ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.</l><l n="466">Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·</l><q><l n="467">ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει</l><l n="468">δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,</l><l n="469">νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα</l><l n="470">πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.</l></q><l n="471"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·</l><q><l n="472">ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς</l><l n="473">κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·</l><l n="474">αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ</l><l n="475">μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.</l><l n="476">μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν</l><l n="477">νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.</l><milestone ed="p" n="478" unit="card"/></q><l n="478"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,</l><l n="479">αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,</l><l n="480">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν</l><l n="481">ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·</l><l n="482">εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="483">βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη.</l><l n="484"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,</l><l n="485">Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="486">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="487">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς</l><l n="488">νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν</l><l n="489">ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.</l><l n="490">ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,</l><l n="491">ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,</l><l n="492">ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,</l><l n="493">ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.</l><l n="494">ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων</l><l n="495">βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ</l><l n="496">τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης</l><l n="497">τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,</l><l n="498">καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ</l><l n="499">οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.</l></q><l n="500"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="501">Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·</l><q><l n="502">αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι</l></q></div></div></body></text></TEI>