<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="409">ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.</l><l n="410">ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει</l><l n="411">τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης</l><l n="412">εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,</l><l n="413">ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·</l><l n="414">ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,</l><l n="415">Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.</l><l n="416">τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο</l></div></div></body></text></TEI>