ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν. ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε· ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν, Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο. τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο