ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι· μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει, ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει, τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς. αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς. ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρη ἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις, τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ, αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ. ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις, ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι, Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων, αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας, φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι Πηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρον Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον. τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς. ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κʼ Ἀχαιοὶ Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς. τὸ πρὶν δʼ οὔτʼ ἄρʼ ἐγὼ παύω χόλον οὔτέ τινʼ ἄλλον ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδʼ ἐάσω πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ, ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δʼ ἐπένευσα κάρητι, ἤματι τῷ ὅτʼ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων, λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ ἔνθʼ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά, ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη· ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν. ἣ δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα, καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας· ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης. τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη· μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής. ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης· ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων. ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη, ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δʼ ἐγέλασσε χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα· νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες· ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες ἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζει οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος. τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ. ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι· υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης. ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα· μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν. ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα. ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη, εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε, τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων, ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα· μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς. οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν; ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ, αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι; αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον, μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.